Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 81
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 81.1
Not analysed yet
Ἑλένη, τί σοι λέγοιμ’ ἄν: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος· σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονηρῶς κερτομεῖ περὶ τούτων πυνθανομένη ὧν παροῦσα ὁρᾷ: —MTAB