Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 838
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 838.1
Not analysed yet
ἢ Δαιδάλου τέχναισιν: περὶ τῶν Δαιδάλου ἔργων, ὅτι ἐκινεῖτο καὶ προΐει φωνὴν, αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει [frg. 373]· οὐκ ἔστιν, ὦ γεραιὲ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ βλέπειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός· καὶ Κρατῖνος ἐν Θρᾴτταις [frg. 74]· †πανὶ κακὸν δεῦρο μαστεύων τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν οὐδαμῶς ξύλινος ἐκεῖνος ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερον Δαιδάλειος ἦν ἤ τις ἐξέκλεψεν αὐτόν’. καὶ Πλάτων [frg. 188]· οὗτος τίς εἶ, λέγε ταχύ, τί σιγᾷς· οὐκ ἐρεῖς. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα: —MB