Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 85
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 85.1-2
Not analysed yet
τὰ τούτου δ’ οὐκ ὀνειδίζω κακά: σιωπῶ τὰ κακὰ τούτου, ἵνα μὴ δόξω αὐτῷ ὀνειδίζειν τὴν μητροκτονίαν. καὶ διὰ μὲν τῆς σιωπῆς τὸ πλῆθος τῶν κακῶν αὐτοῦ ἐσήμηνεν, ἐμφαίνει δὲ ὅτι σὺ μὲν ὠνείδισας αὐτῷ εἰποῦσα ὅτι μητρὸς ὅδε φονεύς, ἐγὼ δὲ οὔ: —MTAB