Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 898
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 898.1
Not analysed yet
ἔσται τάδ’ οὕτως: οὐ καλῶς φησι ταῦτα ὁ Ἀγαμέμνων. ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώμην· οὐ γὰρ ἀνάγκῃ τοιαύτῃ ὑπέκειτο βασιλεὺς ὤν: —MB