Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 920
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 920.2
Not analysed yet
αἱ Λακεδαιμόνιαι κόραι διημερεύουσιν ἄζωστοι καὶ ἀχίτωνες ἱματίδιον ἔχουσαι πεπορπημένον ἐφ’ ἑκατέρου τῶν ὤμων. καὶ Καλλίμαχος [frg. 225]· ἔσκεν ὅτ’ ἄζωστος χατερόπορπος ἔτι. καὶ τῶν ἐν ταῖς ἀρχαίαις γραφαῖς οὐκ ὀλίγα οὕτως ἔσταλται. καὶ δωριάζειν τὸ γυμνουμένας φαίνεσθαι τὰς γυναῖκας. Ἀνακρέων [frg. 59]· ἐκδῦσα χιτῶνα δωριάζειν: —MB