Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 93
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 93.1-2
Not analysed yet
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ: οὕτως σοι πείσομαι ὡς ἀσχολουμένη περὶ τὴν προσεδρίαν τοῦ ἀδελφοῦ, ἀντὶ τοῦ· εἰ μὲν τὸ κελευόμενον παρὰ σοῦ χωρίζει με τοῦ ἀδελφοῦ, οὐ πείσομαι· εἰ δὲ οὐ χωρίζει, πείσομαι: —MTA