Ancient Greek · ~9 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1006
Not analysed yet
1027. ἀμέρσας: μέρδω ἐνεστὼς παρὰ ποιηταῖς τὸ παρὰ τοῖς κοινοῖς μαρμαίρω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμέρδω, ἤμερδον παρατατικὸς, ἀμέρσω μέλλων, ἤμερσα ἀόριστος, ἀμέρσας μετοχή. γίνεται δὲ τὸ μέρδω ἀπὸ τοῦ μερίζω κατὰ συγκοπὴν τοῦ ι καὶ ἐκβολῇ τοῦ σ τοῦ ἐν τῷ ζ. τὸ λευκὸν γὰρ καὶ λαμπρὸν μερίζει καὶ διαιρεῖ τὴν ὄψιν εἰς τὰ ὁρατά. Gu. I. ἀπὸ τοῦ α καὶ τοῦ μή στερητικοῦ μορίου καὶ τοῦ ὁρῶ τὸ βλέπω καὶ τοῦ ὄσσος ὁ ὀφθαλμός. Gu. Fl. 25. ἀπολέσας. B. Gr. Fl. 10. ἀμαυρώσας, στερηθείς. Gu. κόψας. Fl. 10. τὸ γὰρ ὑπέγγυον: Δίδυμος οὕτως ὑπέγγυον τὸ ἀληθὲς οὔτε παρὰ τῇ δίκῃ οὕτε παρὰ τοῖς θεοῖς ἐμπεσὸν ἀφανίζεται. τοῦτο δέ φησι διὰ τὸν Πολυμήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων. Ἄλλως. ὑπέγγυον, δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφαλισμένον, φησὶ, τῇ νίκῃ καὶ παρὰ τοῖς θεοῖς οὐ διαπίπτει, τουτέστιν ὃ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς, ἤγουν ὅ τι τιμωροῦνται οἱ νόμοι ὡς ἄδικον, τοῦτο καὶ θεοὶ τιμωροῦνται, ἐπειδὴ οἱ νόμοι παρὰ θεῶν, καὶ ταῦτα βούλονται τιμωρεῖν καὶ διεκδικεῖν, ἃ καὶ οἱ θεοί. δικαίως οὖν κολαζόμενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει. B. M. I. Ἄλλως. τὸ γὰρ ὑπέγγυον: τοῦτο διπλῶς νοητέον. τὸ γὰρ ὑπέγγυον καὶ φανερὸν τῇ δίκῃ καὶ τοῖς θεοῖς ὀλέθριον κακὸν, ἤγουν ὅπερ ὁμολογουμένως οἱ θεοὶ κακὸν ἡγοῦνται καὶ μισοῦσιν, οὐ συμπίτνεῖ καὶ συμπίπτει, ἤγουν εἰς λήθην ἔρχεται, ἀλλὰ κολάζεται ὑπʼ αὐτῶν. καὶ πάλιν. τὸ γὰρ ὑπέγγυον καὶ φανερὸν καὶ ὁμολογούμενον ὀλέθριον κακόν οὐ συμπίτνει καὶ συνέρχεται τῇ δίκῃ καὶ τοῖς θεοῖς, ἤγουν οὐκ ἀποδεκτὸν αὐτοῖς ἐστιν· οἱ μὲν γὰρ ἀγαθοὶ καὶ δίκαιοι, τὸ δʼ ἄδικον καὶ κακόν. λέγει δὲ τοῦτο διὰ τὸν τοῦ Πολυδώρου φόνον. Gu. I. τὸ ἀληθὲς ἢ τὸ δίκαιον. B. ὑπέγγυον: ἐγγύτατον, τὸ οὐ πρὸ πολλοῦ γεγννός. Gr. ὑπεύθυνον, φανερόν. Gu. τὸ ὑπέγγυον καὶ ὑπεύθυνον τῇ δίκῃ, ἀντὶ τοῦ ἄξιον εὐθυνθῆναι ὑπὸ τῆς δίκης, καὶ τοῖς θεοῖς οὐ συμπίτνει καὶ συνέρχεται, ἤγουν οὐδὲ τοῖς θεοῖς ἀρέσκει. Gu. τὸ ἑδραῖον. Fl. 33. βέβαιον. Fl. 10. τὸ γὰρ δίκῃ κατησφαλισμένον οὐδὲ παρὰ τοῖς θεοῖς ἄκυρον μένει, ἀλλὰ μᾶλλον μόνιμον καὶ βέβαιον. Fl. 10.