Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1028
Not analysed yet
1056. —1070. ὤμοι ἐγώ: ἄθλιός εἰμι ἐγῶ δηλονότι. ποῦ ἔλθω, ποῦ σταθῶ, ποῦ πλησιάσω, ποιούμενος ἐπὶ χεῖρα κατʼ ἴχνος, ἤτοι κατὰ τοὺς πόδας, βάσιν καὶ πορείαν θηρὸς ὀρεινοῦ; ποίαν, ὁδὸν δηλονότι, ἐξαλλάξω καὶ περιπατήσω, ἢ ταύτην, ἢ τήνδε, χρήζων καὶ θέλων καταλαβεῖν τὰς ἀνδροφόνους Ἰλιάδας, αἳ διώλεσαν ἐμέ. τάλαιναι, τάλαιναι θυγατέρες τῶν Φρυγῶν, ὦ κατάρατοι, εἰς ποῖον μέρος τῶν βαθυτάτων τόπων καὶ καταδύσεων διὰ φυγῆς, ἐλθοῦσαι δηλονότι, πτώσσουσιν, ἤτοι συστέλλονται καὶ κρύπτονται ἐμὲ, ἀντὶ τοῦ διʼ ἐμέ. εἴθε, ὦ Ἥλιε, θεραπεύσαις τὸ βλέφαρον τῶν ὀμμάτων ἐμοῦ τὸ αἱματηρὸν, ἐλευθερώσας τυφλὸν φέγγος, ἀντὶ τοῦ τοὺς τυφλοὺς τούτους ὀφθαλμοὺς, φέγγος ἐνθεὶς αὐτῷ δηλονότι. Ι. ὤμοι ἐγώ: ποῦ πορευθῶ, ποῦ στῶ, ποῦ κέλσω, ἤτοι προσπελάσω; κυρίως δὲ τὸ ναῦν προσορμίσαι τινὶ εὐόρμῳ τόπῳ· ἐξοκεῖλαι δὲ τὸ ἐκβληθῆναι τὴν ναῦν ἔξω τοῦ λιμένος ὑπὸ ἀνέμου. ὑπόκειται δὲ ὁ Πολυμήστωρ τετραποδίζων, διό φησι τετράποδος βάσιν θηρὸς τιθέμενος, ποίαν παρέλθω ὁδόν: ἄρα ταύτην, ἆρα ἐκείνην, ἆρα τήνδε; B. I.