Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1038
Not analysed yet
1067. ἀκέσαιο, ἀκέσαιο: πάνυ ἀνάρμοστον ἦν τῷ τε ῥυθμῷ καὶ τῷ μέτρῳ διὰ τὴν ἀνάρμοστον χασμῳδίαν, διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ τὸ ἕν. εὕρηται δὲ καὶ ἔν τινι τῶν παλαιῶν οὕτως. I. ἀκέσαιο, τυφλόν: θεραπεύσειας. M. εἴβε, ὦ ἥλιε, ἀκέσαιο τὸ φέγγος καὶ τὸν ὀφθαλμὸν ἀπαλλάξας στερήσας τὸ τυφλὸν βλέφαρον τὸ αἱματόεν τῶν ὀμμάτων ἐμοῦ, ἤγουν τὴν τύφλωσιν, περιφραστικῶς. Gu. ἀντὶ τοῦ τὸ τυφλὸν καὶ ᾑμαγμένον ὄμμα θεραπεύσειας. τυφλὸν γὰρ φέγγος τὸ ὄμμα φησὶν, ἐπειδὴ φέγγος ἐπὶ σκότου οὐ λέγεται. B. Fl. 25. ἤγουν σκότος διώξας. τυφλὸν φέγγος τὸ σκότος· κακῶς· φέγγος γὰρ ἐπὶ σκότους οὐ λέγεται. B. Fl. 10. 33. Ἥλιε φέγγος ἀπαλλάξας: διὰ τοῦτο πρὸς τὸν Ἥλιον ποιεῖται τὸν λόγον, ὡς φωτὸς παρεκτικόν· μὴ φαίνοντος γὰρ ἡλίου, ἅπόντα ἐν σκότῳ ἐστὶ, τῇ τοῦδε δὲ παρουσίᾳ φῶς λαμβάνει. Gu. I. τὸ ἀπαλλάξας φέγγος ἀντὶ τοῦ φῶς ἐνθεὶς, νοεῖται τῷ τετυφλωμένῳ ὀφθαλμῷ, εἰ καὶ ἀσαφῶς εἴρηται διὰ τὴν τοῦ λέγοντος δεινοπάθειαν καὶ τὸ ἄγαν τεθορυβῆσθαι καὶ συγκεχύσθαι αὐτόν. τούτου χάριν καὶ τὸ ἀπαλλάξας ἀντὶ τοῦ μεταποιήσας νοοῦσιν ἔνιοι, τιθέντες καὶ τὴν εἰς πρόθεσιν, εἰς φέγγος. Ἄλλως. φέγγος ἀπαλλάξας, πόρρω πέμψας τὸ σκότος. Ι. φέγγος ἀπαλλάξας: ἐνθεὶς φέγγος. Gr. εἰς τὸν ὀφθαλμόν. Gu. ἀντὶ τοῦ τυφλὸν ὄμμα. M. εἰς ἀνάβλεψιν ἀγαγών. M. ἀπαλλάξας: ἐλευθερώσας σκότους. Gr. στερήσας, μετατρέψας. Gu. μεταποιήσας. Fl. 33.