Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1042
Not analysed yet
1071. πᾷ πόδʼ ἐπάξας: κινήσας. Gr. ὁρμήσας. Gu. ποῦ, φησὶ, κινήσας τὸν πόδα κατάσχω ταύτας, δηλονότι τὰς μετὰ τῆς Ἑκάβης αἰχμαλώτους γυναῖκας, καὶ καταφεύγω καὶ τὰς σάρκας καὶ τὰ ὀστᾶ τούτων θοίναν, ἤγουν εὐωχίαν καὶ τράπεζαν ἀγρίων θηρῶν, ποιούμενος, τουτέστιν, ὡς ἄγριος θὴρ αὐτὰς θοινώμενος ἤγουν ἐσθίων ἀφειδῶς. τὸ δὲ ἀρνύμενος ἀντὶ τοῦ ποιούμενος καὶ ὡσπερ ἀποδιδοὺς ἢ μᾶλλον ἀπολαμβάνων καὶ ἔχων καὶ κρατῶν βλάβην ἀντίποινον τῆς ἐμῆς λύμης. A.