Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1067
Not analysed yet
1103. Ὠρίων: Ὠρίων καὶ κατὰ πλεονασμὸν τοῦ ᾱ Ὠαρίων. M. ἀποροῦσί τινες πῶς ἐνταῦθα ὁ Πολυμήστωρ Ὠρίωνος καὶ Σειρίου ἐμνήσθη, καὶ μηδενὸς ἄλλου τῶν ἄστρων. καί φασιν ὅτι τοῦ μὲν Ὠρίωνος ἐμνήσθη ὡς κυνηγοῦ, ἅτε καὶ αὐτὸς τοῖς τοιούτοις χαίρων ὡς βασιλεὺς, (φασὶ γὰρ οἱ ποιηταὶ περὶ τοῦ Ὠρίωνος ὡς κυνηγὸς ὧν ὑπὸ σκορπίου δηχθεὶς ἀνῃρέθη, ὅτι Ἀρτέμιδος ἐπεθύμησε·) τοῦ δὲ Σειρίου ὡς καυστικοῦ· διακαὴς γὰρ ἦν καὶ αὐτὸς τῷ πάθει, καὶ δυσχεραίνων ἀπαραμύθητα καὶ ἀπολέσθαι ζητῶν. Gu. I. Ὠρίων ἀπὸ τοῦ οὔρου γίνεται· λέγεται γὰρ ὅτι οἱ θεοὶ οὐρήσαντες ἐπάνωθεν βοὸς δέρματος, ἐξέφυσεν αὐτὸς, καὶ ὡς ἀπὸ τοῦ οὔρου ἐκλήθη Ὠρίων· διὸ καὶ ψιλοῦται Ὠρίων. λέγεται τὸ παρὰ τοῖς κοινοῖς λεγόμενον ἀροτρόπουν, συγκείμενον ἀπὸ ἄστρων ἑπτά. Σείριος δὲ λέγεται ὁ κύων Ι. Σείριος: ὁ μὲν Ἡσίοδος Σείριον τὸν Ἥλιόν φησιν, οὕτος δὲ Σείριον ὀνομάζει ἀκολούθως καὶ ὁμοίως Ὁμήρῳ τὸν ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστέρα, ἕτερον ὄντα ἀστέρα. ὅλον δὲ τὸ ἄστρον κύων λέγεται, ὅπερ ἐκ πολλῶν ἀστέρων σύγκειται. ὁ δὲ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ Σείριος λέγεται. A. Fl. 10. 33. ἐπὶ τούτῳ δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπετασθεὶς ἢ εἰς τὸν αἰθέρα τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνάμενοι ὑπὸ ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σείριος οὗτος ἀστὴρ λαμπρότερον συνὼν τῷ κυνί. A.