Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1070
Not analysed yet
1107. συγγνώσθ’ ὅταν: συγγνώμης ἄξιον ὅταν τις πάθῃ κακὰ κρείττονα ἢ φέρειν ἐλευθερωθῆναι τῆς ταλαίνης ζωῆς. Gu. ὅταν τις, φησὶ, πάθῃ κακὰ μείζονα ὑπὲρ ὃ δύναται βαστάσαι, συγγνωστόν ἐστιν αὐτῷ τὸ ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν. B. M. I. Ἄλλως. συγγνωστὸν εἰπεῖν ἔδει. ἐκφέρει δὲ πληθυντικῶς Ἀττικῶς. καὶ τοῦτο ζητῶν εὑρήσεις παρὰ πᾶσι ποιηταῖς καὶ λογοποιοῖς. ἡ δὲ σύνταξις· ὅταν πάθῃ τις κακὰ κρείσσονα ἢ φέρειν καὶ ὑπομένειν, ταῦτα συγγνωστὰ καὶ συγγνώμης ἄξιόν ἐστιν, ἀπαλλάξαι ἑαυτὸν τῆς ταλαίνης ζωῆς, τουτέστιν, ὁ κακοῖς συνὼν ἀφορήτοις συγγνωστέος ἐστὶν ἀποθανών. τοῦτο δὲ εἶπεν ὁ χορὸς διὰ τὸν Πολυμήστορα, στερηθέντα τῶν τέκνων καὶ τυφλωθέντα, καὶ τὰ μέγιστα δυσχεραίνοντα καὶ ἀπολεγόμενον τὸ ζῆν, ἐξ ὧν αὐτὸς ἄνωθεν πρὸ τοῦ χοροῦ ἐδήλωσεν, εἰς αἰθέρα ἢ εἰς Ἅιθην ὁρμῆσαι βουλόμενος. Gu. I. συγγνωστὸν πρᾶγμα ὑπάρχει, ὅταν τις ἄνθρωπος ἐξαπαλλάξοι καὶ ἐλευθερωθείη τὰ κακὰ πάθη τῆς ταλαίνης ζωῆς τὰ κρείσσονα καὶ τὰ ἐπικρατέστερα ὑπάρχοντα, ἢ καὶ παρὸ φέρειν καὶ ὑπομένειν αὐτὰ, ἤγουν κρεῖττον ἔνι, ἵνα ἀποθάνῃ τις παρὸ ἵνα φέρῃ καὶ ὑπομένῃ τὰ κακὰ πάθη, ἅπερ οὐδὲν δύναται ἐκεῖνος καὶ βαστάζει εὐκόλως. λέγει δὲ τοῦτο διὰ τὸν Πολυμήστορα, ὅτι κρεῖττον ἔνι ἵνα ἀποθάνῃ παντελῶς παρὸ ἵνα βαστάζῃ τὴν τύφλωσιν καὶ τὴν σφαγὴν τῶν τέκνων αὐτοῦ. Fl. 59. συγγνώμης ἐστὶν ἄξιος ἀπαλλαγῆναι τῆς ζωῆς τὸν παθόντα δεινὰ κρείττονα, ὅ ἐστι μείζονα, παρὰ τὴν οἰκείαν δύναμιν. τοῦτο δὲ εἴρηκε διὰ τὴν Ἑκάβην, ἐπεὶ καὶ κρεῖττον ἦν αὐτῇ τῆς ζωῆς ἀπαλλαγῆναι παρὸ παθεῖν τοιαῦτα δεινὰ καὶ πέρα δεινῶν. Fl. 33. εἰρωνευόμενος ὁ χορὸς ταῦτά φησι πρὸς τὸν Πολυμήστορα. Gr. συγγνώσθ’: συγγνώμης ἄξιον. κουφίζεται γὰρ κατὰ τοὺς ποιητὰς καὶ τὸ ον ὡς καὶ τὰ δίφθογγα. Gr.