Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1072
Not analysed yet
1109. κραυγῆς ἀκούσας ἦλθον: κραυγῆς σον, φησὶν, ἀκούσας ὁ Ἀγαμέμνων πρὸς τὸν Πολυμήστορα ἦλθον· οὐ γὰρ ἡρέμα ἐβόησεν ἡ ἠχὼ, ἡ παῖς τῆς πέτρας. ὅταν γάρ τις βοήσῃ ὅπου ἐστὶν ὄρος, ἀντηχεῖ ἡ πέτρα καὶ οἷον εἰπεῖν γεννᾷ τὴν ἠχώ. καὶ τοῦ Πολυμήστορος τοίνυν βοήσαντος ἐφώνησε καὶ ἤχησε μεγάλως τὸ ὄρος, καί φησιν ὁ Ἀγαμέμνων, οὐχ ἥσυχος ἡ ἠχὼ, ἡ θυγάτηρ τῆς πέτρας, ἐβόησεν· εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήθη ἡ Ἴλιος, ἐφοβήθημεν ἂν νομίζοντες ἔφοδον τῶν Τρωϊκῶν στρατῶν. A. ἀκούσας τῆς Πολυμήστορος κραυγῆς ὀ Ἀγαμέμνων παραγίνεται πρὸς τὴν σκηνὴν τῆς Ἑκάβης, ἔνθα ὁ Πολυμήστωρ ἐτυφλώθη, λέγων ταῦτα· ἐγῶ τῆς κραυγῆς ἀκούσας ἦλθον ἐνταῦθα· οὐ γὰρ σιωπῶν ἐφώνησεν. Fl. 33. καὶ ὁ Ἀγαμέμνων καθʼ ὑπόκρισιν ταῦτά φησιν. Gr. ἡσύχως: ἠρέμα. Gu. οὐ γὰρ ἡρέμα ἤχησεν ἡ θυγάτηρ τῆς πέτρας Ἠχῴ. B. M.