Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1101
Not analysed yet
1145. θανάσιμον μόρον :μόρος οὐ μόνον ὁ θάνατος, ἀλλὰ καὶ ἡ τύχη, ὡς ἔχει κἀνταῦθα· οὐ γὰρ ἔστι λέγειν θανάσιμον θάνατον. Gu. I. θανάσιμον: τὰ ἐπίθετα ἢ ἕτερόν τι δηλοῦσι τῶν ὀνομάτων ἐφʼ ὧν λέγονται, ἢ εἰ τὴν αὐτὴν αὐτοῖς ἔχουσι σημασίαν, πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου λέγεται, ἢ ἑτέραν τινὰ αἰτίαν ἔχει καθʼ ἣν λέγεται, ἐνταῦθα δὲ τὸ θανάσιμος ἐπιθετικῶς λεγόμενον οὔτε ἕτερόν τι σημαίνει ἢ ὁ θάνατος ἐσήμαινεν οὕτε ταυτὸ σημαῖνον αὐτῷ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου λέγεται· οὐ γὰρ ἔστι ποτὲ θάνατος μὴ θάνατον ἐμποιῶν, οὕτε ἄλλην τινὰ αἰτίαν ἔχει καθʼ ἣν λέγεται. ὥστε ἀρκοῦντος τοῦ θανάτου τῷ λόγῳ, τὸ θανάσιμος περιττῶς λέγεται κατὰ ποιητικὴν ἄδειαν. Gr. I.