Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1109
Not analysed yet
1156. διπτύχου: δίπτυχον στόλισμα λέγει ἢ τὴν σπάθην καὶ τὸν πέπλον, ἢ τὴν σπάθην μόνην, διὰ τὸ εἶναι αὐτὴν δίστομον. Gu. I. διπλοῦ τοῦ ἐνδύματος, ἤγουν τῶν διπλῶν μου ὀμμάτων. Fl. 59. τοῦ διπλοῦ ἐνδύματος, ἢ τοῦ διστόμου ἀκοντίου. Fl. 21. διπλοῦ, ἤτοι τῆς κερκίδος καὶ τοῦ δόρατος. Fl. 33. ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος διπλῆς. Fl. 10. 21. δίπτυχον στόλισμα τὴν διπαλτίαν φησί. τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ δίπτυχιν στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια δίστομα εἶναι καὶ ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πήγνυται ἐπὶ τῆς γῆς, τὸ δὲ ἄνω, ἵνα τιτρώσκῃ. A. Ἄλλως. γράφεται καὶ στοχίσματος, ἵνʼ ᾖ τῶν λογχῶν. εἰ δὲ στολίσματος, τοῦ ἱματίου λέγει, οὐκέτι δὲ ὅλως γράφεται τὸ “ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι,” ἀλλὰ πρὸς τὸ “ᾔνουν θʼ ὑπʼ αὐγάς” τὸ “γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος,” ἵνα λείπῃ ὁ καί ἀντὶ τοῦ καὶ γυμνόν. A. M. Fl. 21. καὶ ἄλλως. διπτύχου στολίσματος: ἢ διπτύχου στολίσματός φησι τῆς χλανίδος καὶ τοῦ ἀκοντίου, παρ᾿ ὅσον καὶ αὐτὸ πρὸς ἄμυναν καὶ φυλακὴν τοῦ σώματος ἐβάσταζεν. Ὅμηρος “δώσω δʼ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.” Ἄλλως. ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος λεπτῆς, ἢ ὅ φησιν Ὅμηρος δίπλακα. B. διπτύχου δὲ τινὲς τῆς διπαλτίας, ἀλλ᾿ οὐκ ἐᾷ τὸ κάμακα ἑνικόν. A. B. M. Fl. 21. Καὶ ἄλλως. στολίσματος: καὶ ἀλλαχοῦ “οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχίσμασιν.” ἐὰν δὲ στοχίσματα, λείπει ὁ καί, καὶ ἡ σύνταξις πρὸς τὸ “ᾔνουν θʼ ὑπʼ αὐγάς.” M. Fl. 21.