Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1116
Not analysed yet
1162. —1182. αἱ δὲ πολεμίων: αὗται δὲ ξυλλαβόμενοι τρόπον, ἤτοι δίκην, ἐχθρῶν, κατεῖχον τὰς ἐμὰς χεῖρας καὶ τοὺς πόδας· τοῖς παισὶ δὲ τοῖς ἐμοῖς βοηθῆσαι θέλων ἐγὼ, εἰ μὲν τὸ πρόσωπον ἐξανίστῶν, ἀπὸ τῆς κόμης ἐκεῖναι ἐκράτουν, εἰ δὲ ἐκίνουν τὰς χεῖρας, ὑπὸ τοῦ πλήθους τῶν γυναικῶν κωλυόμενος οὐδὲν ἐτελείουν ὁ ἄθλιος. τὸ ἔσχατον δὲ βλάβος τοῦ βλάβους πλέον ὑπῆρχεν· ἐποίησαν χαλεπὰ, περόνας λαβοῦσαι αἱ γυναῖκες κεντοῦσι τὰς ἀθλίας κόρας τῶν ἐμῶν ὀφθαλμῶν, καὶ αἱματηρὰς ποιοῦσιν, εἶτα κατὰ τοὺς οἴκους φυγάδες γενόμεναι ἐπορεύθησαν. ἐκπηδήσας δʼ ἐγὼ καθάπερ θὴρ ἐδίωκον τὰς φονικὰς κύνας, ἐξετάζων καὶ ἐρευνῶν πάντα τὸν τοῖχον, καθὰ κυνηγός, κρούων, τύπτων. τοιαῦτα ἔπαθον σοῦ χάριν σπουδάζων καὶ τὸν ἐχθρόν σου φονεύσας, ὦ Ἀγάμεμνον. ἵνα δὲ μὴ εἰς πολὺ ἐκτεταμένους ἐξαπλῶ τοὺς λόγους, ἐάν τις τῶν παλαιῶν ἐβλασφήμησε τὰς γυναῖκας, ἢ ἀρτίως ἐστί τις λέγων κακῶς, ἢ ἀπόκειται λέγειν, ταῦτα πάντʼ ἐγὼ συναθροίσας καὶ συντόμως συλλαβὼν εἴπω· οὕτε γὰρ θάλασσα οὕτε γῆ ἀνατρέφει τοιόνδε γένος. ὁ δὲ διόλου συντυχὼν τῷ γένει τῶν γυναικῶν ὃ λέγω γινώσκει καλῶς. I.