Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 112
Not analysed yet
110. δόξαι: ψηφισθῆναι. Fl. 21. ἀρεστὸν φανῆναι, ἤγουν κυρωθῆναι. Fl. 59. καὶ εἰνομισθεῖ (sic) τὴν σὴν παῖδα σφάγιον θῦσαι τῷ Ἀχιλλεῖ. Fl. 33. ἤγουν κυρωθῆναι. Gr. ἀρεστὸν φανῆναι, ἐπεψηφίσθαι τῇ βουλῆ. Gu. θέσθαι: ἤγουν ποιῆσαι (ποιήσασθαι, γενέσθαι.) Gu. τύμβου: τοῦ ἑαυτοῦ τύμβου γὰρ ἐπαναστάς. Fl. 6. τοῦ ἑαυτοῦ τύμβου γὰρ ἐπιβὰς καὶ πορευθείς. Fl. 59. τοῦ τάφου τοῦ ἑαυτοῦ στάς. Fl. 17. τὸ δὲ ἀντὶ τοῦ καὶ γὰρ ἐπαναβὰς ἐπὶ τοῦ αὑτοῦ τύμβου. Fl. 21. ἐπίβαινε ἐν τῷ τάφῳ αὐτοῦ δῆλον ὁ Ἀχιλλεὺς ὄναρ ἐπιστὰς ἐζήτει τὸ αἴτημα. Fl. 33. ὅτι τὸ ἐπιβαίνειν ἐνίοτε μὲν γενικῇ συντάσσεται, ὡς ἐνταῦθα· τύμβου δʼ ἐπιβάς, ἐνίοτε δὲ δοτικῇ, ὡς ἐν τούτοις· τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνήσκειν. Gu.