Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1136
Not analysed yet
1183. —1186. μηδὲν θρασύνου: μηδαμῶς ἐπαίρου, μηδὲ τοῖς σαυτοῦ λόγοις συναγαγὼν καὶ συμμίξας οὕτως ὅλον τὸ γένος μέμψῃ τῶν γυναικῶν· πολλαὶ γὰρ ἀφʼ ἡμῶν, αἱ μὲν ὑπάρχουσιν ἐπαινεταὶ καὶ ζηλωταὶ, ἄλλαι δὲ εἰς τὸν κατάλογον τῶν κακῶν ὑπάρχομεν, ἐπίμεμπτοι καὶ ὕβρεως ἄξιαι. Ι. μετριοφροσύνη ἐνταῦθα τοῦ χοροῦ· τῷ γὰρ εἰπεῖν “πολλαὶ μὲν ἡμῶν εἰσι καλαί” καὶ μὴ συναριθμῆσαι ταῖς καλαῖς ἑαυτὸν, ἐπὶ δὲ τῶν κακῶν τὸ πεφύκαμεν, τὸ μέτριον ἐνταῦθα ἔδειξεν. Gu. I. καὶ τὸ πολλαὶ ἱκανὸν ἦν καὶ μόνον τετελεσμένον ποιεῖν τὸν λόγον. νῦν δὲ ἐπάγει καὶ τὸ αἱ μέν, καὶ ποιεῖ τὸν λόγον ὡς ἀπʼ ἄλλης ἀρχῆς, ἵνʼ οἰκειότερον ἀποδοθῇ πρὸς αὐτὸ τὸ αἱ δέ. Gr. Ι. μηδὲν καὶ μηδαμῶς ἐπαίρου κατὰ τῶν γυναικῶν, ὦ Πολυμῆστορ, μηδὲ τοῖς σαυτοῦ κακοῖς, ἤγουν ἕνεκα τῶν σῶν κακῶν ἑνώσας πᾶν, τὸ πᾶν, γένος τὸ θῆλυ ὧδε καὶ οὕτως μέμψῃ καὶ μέμψεσαι. ἀφʼ ἡμῶν γὰρ πολλαί εἰσιν ἐπαινεταὶ, ἄλλαι δὲ οὐκ ἐπαινεταί. ὁ δὲ Πολυμήστωρ θυμούμενος κοινῷ λόγῳ πάσας γυναῖκας οὐκ ἀγαθὰς καλεῖ. καὶ ὅρα τῆς Ἑκάβης τὴν φρόνησιν· οὐκ εἰσῆξεν ἑαυτὴν τῷ ἀριθμῷ τῶν ἐπιφθόνων καὶ ζηλωτῶν γυναικῶν, εἰς δὲ τὸν ἀριθμὸν τῶν κακῶν εἰσῆξεν αὐτήν. Fl. 59.