Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1141
Not analysed yet
1187. —1195. Ἀγάμεμνον: Ἀγάμεμνον, οὐκ ἔπρεπε ποτὲ τὴν γλῶσσαν, ἤγουν τοὺς λόγους τῶν ἀνθρώπων, ἰσχύειν καὶ δύνασθαι πλέον τῶν πράξεων· ἅλ’ εἴτε ἀγαθὰ ἔπραξεν ὁ ἄνθρωπος, ἀγαθὰ ἔπρεπε λέγειν, εἴτε πάλιν ἔδρασε φαῦλα, ἔδει τοὺς λόγους ὑπάρχειν ἀσθενεῖς, καὶ μὴ δύνασθαι τὰ ἄδικα εὐλογοποιεῖν ποτέ. σοφοὶ μὲν οὖν ὑπάρχουσιν οἱ τάδε ἀκριβῶς μεμαθηκότες ῥήτορες, οἱ δυνάμενοι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ, ἀλλʼ οὐ δύνανται μέχρι τέλους ὑπάρχειν σοφοὶ, ὡς τῆς ἀληθείας ἐν ὑστέρῳ φαινομένης. (ὡς καὶ Ἡσίοδός φησι “δίκη δʼ ὑπὲρ ὕβριος ἴσχει, ἐς τέλος ἐξελθοῦσα .”) κακῶς δὲ διεφθάρησαν, καὶ οὔπω οὐδεὶς ἐς τόδε ἐξέφυγε. Ι.