Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1150
Not analysed yet
1195. —1208. καί μοι τὸ μὲν σόν: καὶ τὸ μὲν πρὸς σὲ, ἤτοι ὁ πρὸς σὲ λόγος, οὕτως μοι διάκειται ἐν προοιμίοις· πρὸς τοῦτον δὲ ἐλεύσομαι, καὶ διὰ λόγων ἀποκρινοῦμαι. πῶς λέγεις τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων καὶ ἐλευθερῶν χάριν τοῦ Ἀγαμέμνονος τὸν ἐμὸν υἱὸν πεφονευκέναι; ἀλλ’, ὦ κακότροπε, ἐν πρωτολογίᾳ μὲν οὐδέποτε τὸ βάρβαρον γένος γένοιτʼ ἂν προσφιλὲς τοῖς Ἕλλησιν, οὐδὲ δυνηθείη ἂν γενέσθαι. τίνα δὲ χάριν σπουδάζων γενέσθαι σοι, πρόθυμος ὑπῆρχες πρὸς τὸ βοηθῆσαι τούτοις ; ἆρα ἐπιγαμβρεύσων καὶ μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γάμον τινά; ἢ ὑπάρχων τινὸς συγγενὴς, ἢ τίνα ἀφορμὴν ἔχων; ἢ ἔμελλον, πάλιν πλεύσαντες, ἀφανίσαι τὰ γεννήματα τῆς σῆς γῆς; τίνα νομίζεις πείσειν τάδε; εἰ θέλεις εἰπεῖν τὴν ἀλήθειαν, ὁ χρυσὸς ἐφόνευσε τὸν ἐμὸν υἱὸν, καὶ ἡ αἰσχροκέρδεια ἡ σὴ, ἡ τοῦ σοῦ κέρδους ἐπιθυμία. I.