Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1162
Not analysed yet
1208. —1221. ἐπεί: στοχαστικὸν τοῦτο. εἰ δὲ μὴ, δίδαξον τοῦτο, πῶς, ὅτε τὸ Ἴλιον εὐδαιμόνει, καὶ περιεῖχε τὸ τεῖχος τὴν πόλιν, ἐβίου τε ὁ Πρίαμος, καὶ τὸ τοῦ Ἕκτορος ἤκμαζε δόρυ, διὰ τί, εἶπερ ἤθελες χάριν ποιῆσαι τῷ Ἀγαμέμνονι, ἔχων καὶ ἀνατρέφων ἐν τοῖς σοῖς οἴκοις τὸν παῖδα, οὐκ ἔκτεινας τότε. ἢ ζῶντα αὐτὸν οὐκ ἔφερες τοῖς Ἕλλησιν, ἀλλʼ ὅτε οὐκέτι ὑπήρχομεν ἐν εὐτυχίᾳ ἐν τῷ ζῆν, ἡ δὲ Τροία ἐσημαίνετο ὑπὸ τοῦ καπνοῦ, καὶ ἦν φανερὰ καιομένη ὑπὸ τῶν πολεμίων, ἐφόνευσας τὸν παῖδα τὸν φίλον, ἐπὶ τὴν οἰκίαν ἐλθόντα τὴν σήν. πρὸς δὲ τούτοις ἄκουσον, ἵνα φαῦλος φανῆς. ἔπρεπεν, εἵπερ ὑπῆρχες φίλος τοῖς Ἕλλησι, τὸν χρυσὸν, ὃν λέγεις ἔχειν ἐν τοῖς δόμοις οὐ σὸν, ἀλλὰ τούτου, φέροντα δοῦναι τοῖς πενομένοις Ἀχαιοῖς, καὶ χρόνον πολὺν ἀπὸ τῆς πατρικῆς γῆς ἀποξενιτευθεῖσιν. Ι. ἐπεί: εἰ δὲ μή. Gr. εἰ οὐ τοῦτό ἐστιν. Gu.