Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1167
Not analysed yet
1215. ἐσήμηνε: ἐσημήνατο. B. ἀντὶ τοῦ ἐσημαίνετο. Gr. ἐδείχθη, ἐσημάνθη· φανερὰ γὰρ ἡ Τροία καὶ ἐπίσημος ἐγίνετο καιομένη. Gu. ἢ ὥσπερ φαμὲν τὸ μετέβαλε καὶ ἀπήλλαξιν ἀντὶ τοῦ μετεβλήθη καὶ ἀπηλλάχθη, οὕτω καὶ τὸ ἐσήμηνεν ἀντὶ τοῦ ἔσημάνθη. λαμβάνοντες γὰρ ἔξωθεν τὸ ἑαυτὸ τοῦτο συνάγομεν. ἢ οὕτω· εἰποῦσα γὰρ ἡ Ἑκάβη τὸ “ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἦμεν ἐν φάειʼ ἐπήγαγεν ἐφεξῆς τὸ “καπνῷ δʼ ἐσήμηνʼ ἄστυ πολεμίων ὕπο,” τουτέστι τὸ ἡμᾶς μηκέτι εἶναι ἐν φάει ἐσήμηνε καὶ ἔδειξε τὸ ἄστυ ἐν τῷ καπνῷ ὑπὸ τῶν πολεμίων· ὧν γὰρ ὁ πόλις πυρὶ πωραδέδοται, τούτων καὶ ἡ εὐτυχία δήλη ἐντεῦθέν ἐστιν εἰς οὐδὲν χωρήσασα. Gu. φανερὰ ἦν ἡ Τροία καιομένη ὑπὸ τῶν πολεμίων. M.