Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1171
Not analysed yet
1219. ὃν φῆς οὐ σόν: οὐκ εἶπεν ὁ Πολυμήστωρ περὶ τοῦ χρνσοῦ· ἐπελάθετο οὖν ὁ ποιητὴς ἑαυτοῦ, καὶ ἔστιν ἀκατασκεύαστα ταῦτα. A. B. I. ἰστέον ὅτι ἐνταῦθα ἡ Ἑκάβη διαβάλλει τὸν Πολυμήστορα· οὐ γὰρ ἐμνημόνευσεν οὗτος τούτου, ὅτε περὶ τοῦ πῶς ἀπέκτεινε Πολύδωρον ἀπελογεῖτο. εὕρῃς δὲ καὶ ἕτερα τοιαῦτα παρά τε Σοφοκλεῖ καὶ τοῖς ἄλλοις. μὴ λάβῃς δὲ εἰς τὸ τοῦδε χάριν ἔξωθεν, ἀλλʼ ὥσπερ φαμὲν τὸ τοὺς εὐεργέτας ἀμείβεσθαι ἀρίστου ἀνδρὸς ἔχομεν, οὕτω κἀνταῦθα νοεῖν δὲῖ. εἰ δὲ μὴ τὸ τοῦδε διὰ τὸν Ἀγαμέμνονα νοήσεις, ὡς ἅπαντες λέγουσιν, ἀλλὰ διὰ τὸν Πολύδωρον, οὐκ ἂν δόξη ἡ Ἑκάβη διαβάλλουσα· ἐρομένης γὰρ τοῦτον πρόσθεν αὐτῆς “χρυ- σὸς δὲ σῶς, ὃν ἦλθεν ἐκ Τροίας ἔχων,” ἀπεκρίνατο οὗτος, σῶς, καὶ πάλιν, ὀναίμην τοῦ παρόντος, ὦ γύναι. πρὸς οὖν τούτους τοὺς λόγους φησὶ νῦν αὐτὸ τοῦτο. Gu. ἀλλὰ τοῦδʼ ἔχειν: οὐκ εἶπεν. M.