Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1173
Not analysed yet
1222. —1225. σὺ δʼ οὐδὲ νῦν: σὺ δʼ οὐδὲ ἀρτίως πρόθυμος εἶ ἐκβαλεῖν τὸν χρυσὸν ἀπὸ τῆς σῆς χειρὸς, ἀλλʼ ἔτι κρατεῖς ἐν δόμοις. ἀλλʼ ὄντως ἀνατρέφων τὸν ἐμὸν παῖδα, ὡς ἔδει σε ἀνατρέφειν, εἶχες ἂν δόξαν καλήν· ἐν γὰρ ταῖς δυστυχίαις οἱ ἀγαθοὶ φίλοι σαφέστατοι ὑπάρχουσι, τὰ καλὰ δὲ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους. εἰ δὲ ἔνδειαν εἶχες χρημάτων, ὁ δὲ Πολύδωρος ἔζη, πλοῦτος ἄν σοι μέγας ὑπῆρχεν ὁ ἐμὸς παῖς. Ι. οὐδὲ νῦν πω: οὐδέπω καὶ νῦν. Gr. ἀκμήν. Gu. Fl. 59. καὶ ἀρτίως. Fl. 59. ἀπαλλάξαι: ἐκδιῶξαι. B. ἐκβαλεῖν. Gr. ἀπαγαγεῖν, ἐξελέσθαι τῆς χειρός. Gu. ἐκβαλεῖν, ἐλευθερῶσαι τοῦτον τὸν χρυσόν. Fl. 33. 59.