Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 118
Not analysed yet
117. στέλλεσθε: ἀποπλέετε· κυρίως δὲ ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν, ὅθεν καὶ στόλος λέγεται ὁ πολλῶν νεῶν ἀπόπλους. καταχρηστικῶς δὲ ἀποστέλλειν λέγεται καὶ τὸ διʼ ἑτέρου τινὸς ἐκπέμπειν. A. M. πορεύεσθε. τὸ στέλλω σημαίνει δ΄· στέλλω τὸ κοσμῶ, ἀφʼ οὗ καὶ στολή· στέλλω τὸ πέμπω, ἀφʼ οὗ καὶ ἀποστολή· στέλλω τὸ πλέω, ἀφʼ οὗ καὶ στόλος, ὁ πολλῶν ἀπόπλους νεῶν· στέλλω καὶ τὸ κρύπτω, ἀφʼ οὗ καὶ τὸ περιστείλαντες, ἀντὶ τοῦ κατὰ γῆν κρύψαντες, ἤγουν θάψαντες. I. στέλλεσθε: ποῖ ἀποπλέετε. κυρίως δὲ τὸ ἀποστέλλεσθαι ἐπὶ νεώς. ἔστι δὲ καὶ τὸ δι᾿ ἑτέρου, ἢ ἐκπλεῖν ἢ ἐκπέμπειν. Fl. 25. ὦ Ἕλληνες, τὸν ἐμὸν τάφον ἀποπλέετε καὶ ἄτιμον ἐᾶτε. Fl. 33. ἀγέραστον: ἄτιμον. ἀφέντες: καταλείψαντες. Gu.