Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1180
Not analysed yet
1230. —1237. νῦν δʼ οὔτʼ ἐκεῖνον: ἅρσις καὶ θέσις. νῦν δὲ οὔτε τὸν Πολύδωρον ἔχεις σὸν φίλον, καὶ ἡ ὠφέλεια τοῦ χρυσοῦ ἔφθαρται, οἵ τε σοὶ παῖδες διεφθάρησαν, καὶ σὺ πράττεις ὧδε δυστυχῶς. σοὶ δʼ ἐγὼ ἡ Ἑκάβη λέγω, ὦ Ἀγάμεμνον, εἰ τῷδε βοηθήσεις, φανῇ ἄδικος· οὔτε εὐσεβῆ γὰρ ξένον καὶ φίλον, οὔτε πιστὸν, οὐχ ὅσιον καὶ δίκαιον δράσεις εὖ, ἤγουν εὐεργετήσεις οἷστισιν ἔπρεπεν ἡ σὴ εὐποιία δηλονότι. αὐτὸν δέ σε φήσομεν χαιρέκακον εἶναι. τοὺς δεσπότας δὲ οὐ λοιδορῶ. ἐπιδιόρθωσις τοῦτο. I.