Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1187
Not analysed yet
1238. φεῦ φεῦ: θαυμαστικόν. τὰ ἀγαθὰ πράγματα λίαν ἐμπαρέχουσιν ἀεὶ τοῖς ἀνθρώποις ἀφορμὰς καὶ ὑποθέσεις χρηστῶν λόγων. I. θαυμαστικὸν τὸ φεῦ, οὐ θρηνητικόν· ἀκούσας γὰρ ὁ χορὸς τὴν Ἑκάβην ὡς ὑπεραπολογησαμένην τῷ Πολυμήστορι δικαίως καὶ εἰς ἀληθὲς, ἐκεῖνον δὲ ὡς κατάδικον χρωματιζόμενον, καὶ τάχα διὰ τὴν τοῦ Ἀγαμέμνονος χάριν φονεῦσαι τὸν Πολύδωρον, λέγει ὡς καὶ ὅτι τὰ χρηστὰ πράγματα ἤγουν τὰ ἀγαθὰ ἔργα ἐνδίδωσι καὶ παρέχουσιν ἀεὶ καὶ πάντοτε τοῖς βροτοῖς ἀφορμὰς χρηστῶν καὶ ἀγαθῶν λόγων. ἡ γὰρ Ἑκάβη δικαίως τὸν Πολυμήστορα φονεύσασα ἀπολογεῖται καὶ δικαίως καὶ ὀρθῶς, καὶ φαίνεται τὸ δίκαιον ταύτης· ὁ δὲ Πολυμήστωρ ἀδίκως τὸν υἱὸν φονεύσας αὐτῆς ἀπολογεῖται καὶ ἀδίκως καὶ προσχηματισμένως, καὶ φαίνεται κατάδικος. Fl. 59. σημείωσαι ὅτι ἐνταῦθα ἐκπληκτικόν ἐστι τὸ φεῦ καὶ οὐκ ἐξ ἀνάγκης θρηνῶδες. κεῖται δὲ φανερῶς ἐπὶ θαύματος. Gu. ὡς τὰ χρηστά: ὁ ἀγαθὸν πράξας ἢ δι᾿ ἔργου, ἢ διὰ λόγου ἐνδίδωσιν ἀεὶ τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτὸν ἐπαίνων. Gu.