Ancient Greek · ~3 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 12
Not analysed yet
466. —483. Τῆς β΄ ταύτης στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἑφθημιμερὲς, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου, τὸ β΄ ὅμοιον κατὰ πάντα. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον καλούμενον, ἐξ ἐπιτρίτου δʼ καὶ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου. τὸ δʼ δίμετρον ἀκατάληκτον, προσῳδιακὸν καλούμενον, ἀσυνάρτητον ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ δισπονδείου. τὸ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ βακχείου. τὸ ζ΄ ὅμοιον, ἐξ ἐπιτρίτου γ΄, ἢ δισπονδείου, καὶ ἀναπαίστου· δύναται δὲ εἶναι καὶ ἀντισπαστικόν. τὸ η΄ ἀντισπαστικὸν δίμετρον, καταληκτικόν. τὸ θ΄ δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, εἰ δὲ βούλει, δισπονδείου, καὶ χοριάμβου. ἔχει δὲ τὸ τῆς ἀντιστροφῆς κῶλον τὸν πρῶτον πόδα πεντασύλλαβον. ἐπὶ μὲν τῷ τέλει τῆς στροφῆς κορωνὶς, δηλοῦσα τέλος σχεῖν τὰς τοῦ χοροῦ ᾠδὰς καὶ στροφάς.