Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1200
Not analysed yet
1252. οἴμοι: οἴμοι, ὑπὸ γυναικὸς, ὡς ἔοικεν, νικώμενος, παρέξω τοῖς ἐλάττοσιν, ἤτοι τοῖς κακοῖς, τιμωρίαν. Ι. ἡσσώμενος: τὸ ἡσσώμενος δούλης γυναικὸς ἢ τῆς Ἑκάβης νοητέον, ἢ τῆς Κασάνδρας. καὶ περὶ μὲν τοῦ πρώτου οὐδὲν δεῖ μηκύνειν ὡς προφανοῦς· εἰ δὲ πρὸς τὴν Κασάνδραν ἐκφέρομεν, οὕτω συντακτέον· οἴμοι, ὡς ἔοικεν, ἡσσώμενος δούλης γυναικὸς, δώσω δίκην. ἐκείνη γάρ ἐστιν ἡ αἰτία τοῦ συμμαχῆσαι μὲν τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἐμοῦ δὲ καταψηφίσασθαι. ἀγνοήσαντες δέ τινες τὸ λεπτὸν τῆς ἐννοίας ἐσολοίκισαν φάσκοντες πρὸς τὸν Ἀγαμέμνονα τὸ ἡσσώμενος, ἀλλʼ οὐ πρὸς τὸν Πολυμήστορα λέγεσθαι, ἐκφέροντες οὕτω, ἡσσώμενος, ὦ Ἀγάμεμνον, δούλης γυναικὸς σὺ τῆς Κασάνδρας, ὑφέξω ἐγὼ δίκην. κρεῖττον δὲ πρὸς τὴν Ἑκάβην τὸ δούλης γυναικὸς λέγεσθαι. Gu. Ι. ὑπὸ γυναικός. B. ὡς ἔοιχʼ: ὁ Πολυμήστωρ λέγει, ὡς φαίνεται, νικώμενος ὑπάρχω ὑπὸ γυναικὸς δούλης· ὁ γὰρ Ἀγαμέμνων εἶχε τὴν τῆς Ἑκάβης θυγατέρα παλλακίδα, ὡς δοκεῖ ὁ Πολυμήστωρ, ὅτι διὰ τὴν Κασάνδραν ἐβοήθησεν ὁ Ἀγαμέμνων τὴν Ἑκάβην. Fl. 59.