Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1207
Not analysed yet
1259. ἀλλʼ οὐ τάχ᾿: ἀλλʼ οὐ χαιρήσεις, ἡνίκα σε ἡ θάλασσα κρύψῃ. l. εἰπόντος τοῦ Πολυμήστορος πρὸς τὴν Ἑκάβην, χαίρεις ὑβρίζουσά με, ἀποκριθεῖσα εἶπεν ἡ Ἑκάβη, οὐ γὰρ ἐνδέχεται με χαίρειν με τιμωρουμένην σε; εἶτα ὁ Πολυμήστωρ ἀνταποκριθεὶς ἔφη, ἀλλʼ οὐ τάχ᾿, ἡνίκ ἄν σε ποντία νοτὶς, ἤγουν ἀλλʼ οὐ χαρήσῃ τάχα, ὅταν σὲ ἡ ποντία νοτίς, καὶ ἕστη τοῦ λόγου· οὐ γὰρ ἐπλήρου τὸν αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν κάβη, τί γάρ με ποιήσει ἡ νοτίς; ἆρά με ἀγάγῃ εἰς τὴν Ἑλληνίδα γῆν; καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλʼ οὐ χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντιὰ νοτὶς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ καρχησίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελθοῦσα ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ ὡς δὴ λυπήσων αὐτὴν, καὶ πάλιν φησὶν Ἑκάβη, παρὰ τίνος ῥιφῶ, τυγχάνουσα τούτων τῶν βιαίων ἁλμάτων; καί φησιν ὁ Πολυμήστωρ, αὐτὴ ἐν τῷ ποδί σου ἐμβήσῃ, ἤγουν ἔλθῃς, εἰς τὸ ἄκρον τοῦ ἱστοῦ. καὶ πάλιν φησὶν ἡ κάβη, ἀνέλθω, ἀλλὰ πτερὰ φύσασα ἐν τοῖς νώτοις ἢ ἐν ἄλλῳ τινὶ τρόπῳ. καί φησι Πολυμήστωρ, οὐχ οὕτως, ἤγουν οὐχὶ πτεροφυήσεις, ἀλλὰ κύων γενήσῃ πυρσώδη καὶ ἠγριωμένα βλέμματα ἔχουσα ὡς ὁ κύων. A.