Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1213
Not analysed yet
1265. κύων γενήσει: κύων γενήσῃ, πυρώδεις ὀφθαλμοὺς ἔχουσα, ἤτοι ἠγριωμένους. Ι. ὅτι κύων ἐγένετο, καὶ Λυκόφρων φησί. Gu. οὐκ ἄπιστον δὲ περὶ τῆς Ἑκάβης κύων γενομένης. λέγεται γὰρ ὅτι εἰς τὴν Ἔφεσον ἐγένετο λοιμικὸν νόσημα, ὥστε φθείρεσθαι τοὺς ἀνθρώπους. εὑρισκομένου δὲ ἐκεῖσε τοῦ Ἀπολλωνίου μάντεως ὄντος, ἀπῆλθον εἰς ἐκεῖνον λύσιν ζητοῦντες τοῦ λοιμοῦ. ὁ δὲ μετʼ αὐτῶν ἀπελθὼν εἰς τὸ ἱπποδρόμιον εὗρεν ἄνδρα γέροντα ἐν τῇ ὁδῷ καθεζόμενον. ἐπιτάττοντος οὖν τοῦ Ἀπολλωνίου λιθάσαι τοῦτον ἐλίθασαν. πρὸ τούτου δὲ ἐδείκνυον ὀφθαλμοὺς πυροειδεῖς καὶ ὄψεις πολλὰς πυρίνους. ἐπὶ τὴν αὔριον δὲ πάλιν προσάξει τοῦ μάντεως ἤγειραν τοὺς λίθους ἀπὸ τούτου καὶ εὑρέθη κύων. ἔπαυσε τὸ λοιμικὸν νόσημα. Fl. 59. πύρσʼ :πυρωπά. B. δέργματα: ὀφθαλμοὺς, βλέμματα. Gr. ὄμματα. B. Gu. ὀφθαλμούς· ἐξ οὗ καὶ δράκων, ἐκ τοῦ δέρκω τὸ βλέπω. Fl. 10.