Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1215
Not analysed yet
1267. ὁ Θρῃξὶ μάντις: ὁ ἐν τοῖς Θρᾳξὶ μάντις ἔλεξε Διόνυσος ταῦτα. I. ἢ ἐν τῇ Θρᾴκῃ Διονύσου μαντεῖον ἦν, ἢ ἀνήρ τις ἦν ἐν Θρᾴκῃ μάντις Διόνυσος καλούμενος. Gu. I. Διόνυσος: οἱ μὲν περὶ. τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διονύσου, οἱ δὲ περὶ τὸν Αἷμον, οὗ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαὶ, περὶ ὧν φησιν ἐν Ἀλκήστιδι “οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυς.” ὅτι δὲ καὶ Διόνυσος μάντις καὶ ἐν Βάκχαις φησὶ “μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει.” A. B. M. I.