Ancient Greek · ~9 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1218
Not analysed yet
1270. θανοῦσα δʼ ἢ ζῶσʼ: θανοῦσα δὲ ἐκπλήσω τὸν ἐνθάδε βίον, ἤτοι τὸν ἐν τῇ μορφῇ τοῦ κυνὸς, ἢ ζῶσα, I. τὸ ἐκπλήσω τὸν βίον πρὸς τὸ ζῶσα μόνον λέγε, πρὸς δὲ τὸ θανοῦσα τὸ μεταβληθήσομαι εἰς κύνα. Gu. I. ἐπειδήπερ εἶπεν ὁ Πολυμήστωρ γενήσεσθαι αὐτὴν κύνα, διαπορεῖ καὶ ἐρωτᾷ αὐτόν· τί λέγεις; θανοῦσα γενήσομαι κύων, ἢ ζῶσα μεταβληθήσομαι εἰς τὴν κυνὸς μορφήν; ὃ καὶ λύει οὗτος λέγων, θανοῦσα. ἔφη καὶ Πυθαγόρας, καὶ μετʼ ἐκεῖνον Πλάτων, ὡς αἱ τῶν ἀθλίως βεβιωκότων ψυχαὶ ἀποθανόντων εἰς ἄλογα ζῶα εἰσέρχονται καὶ λίθους καὶ ξύλα καὶ φυτὰ, ἵνα ἐν τῇ πρὸς ταῦτα διατριβῇ δίκην ὑποσχοῦσαι πρέπουσαν ὧν ἥμαρτον εἰς τὴν ἀρχαίαν ἐπανέλθοιεν τάξιν. ὅθεν καὶ Πυθαγόρας ποτὲ ἀκούσας ὄνον ὀγκώμενον ἔφη, ὡς φίλου μου ψυχή ἐστιν αὕτη ἡ ἐν τῷ ὄνῳ, καὶ διὰ τοῦτο ἐπέγνω με. Gu. I. θανοῦσα ἢ ζῶσα. μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον χρόνον τῆς ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος, ἢ ζῶσα, ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι. A. Fl. 59. Ἄλλως. τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσομαι συναρμόττουσιν οὕτως λέγουσι, θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου τὴν ζωὴν, ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, ἵνʼ τὸ λεγόμενον τοιοῦτον ὅτι κύων ἀποθανοῦμαι, ἢ πάλιν ἄνθρωπος γενήσομαι. ὅσοι δὲ πρὸς τὸ ἡνίκʼ ἄν σε ἡ ποντία νοτὶς κρύψῃ πάλιν, οὕτως εἶπον, ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπληρώσω A. θανοῦσα ἐκπλήσω τὸν βίον εἰς τὸ θαλάττιον ὕδωρ καὶ μεταμειφθήσομαι εἰς τὸ κυνικὸν σχῆμα. Fl. 76. ὁ νοῦς, θανοῦσα δʼ ἐνθάδε ἐκπλήσω τὸν βίον, ὁ ἐστι ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω; B. M. ἐνθάδε δὲ θανοῦσα ἐκπλήσω τὸν βίον, ἢ ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου προκόψω, τουτέστι μετὰ θάνατον ἀμειφθήσομαι εἰς κύνα, ἢ ἐν τῷ κυνείῳ ἐθέλω πληρώσειν τὴν ζωήν μου, ἢ ζῶσα πάλιν θέλω μεταμορφωθῆναι εἰς ἄνθρωπον. ἐνθάδε ἐν τῇ μορφῇ τοῦ κυνὸς ζῶσα ἐκπληρώσω ἢ θανοῦσα, τουτέστιν ἀπαλλαγήσομαι τοῦ κύων εἶναι, ἢ σὺν αὐτῷ ἀποθανοῦμαι δηλονότι σὺν τῇ μορφῇ τοῦ κυνός. Fl. 6.