Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1220
Not analysed yet
1272. μορφῆς ἐπῳδόν: ἐπώνυμον τῆς ἐμῆς μορφῆς κληθήσεται τὸ σῆμα ἧς ἔχω νῦν, ἢ τί ἕτερον εἴπῃς: καί φησι Πολυμήστωρ, οὐ τάφος Ἑκάβης κληθήσεται, ἀλλὰ κυνὸς σημεῖον τοῖς ναύταις ἐπίδηλον· ὅταν γὰρ ἀπέλθωσι εἰς ἐκεῖνον τὸν τόπον οἱ ναῦται ἔνθα ἐστὶν ὁ τῆς Ἑκάβης τάφος, τότε γινώσκουσιν ὡς εἰς ξηράν εἰσιν. A. ἐπῳδὸν καὶ ἐπώνυμον τῆς ἐμῆς μορφῆς, ἢ τί ἄλλο ἐρεῖς, Ἄλλως. ἐπώνυμον τῆς κυνικῆς μορφῆς, ἢ ἄλλο τι τῆς ἀνθρωπίνης, ἣν ἔχω, λέξεις; Ι.