Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1227
Not analysed yet
1279. καὐτόν σε τοῦτον: πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος ἀντὶ τοῦ, σὲ ὦ Ἀγάμεμνον. M. καὶ τοῦτον δὲ τὸν Ἀγαμέμνονα κτενεῖ, ἐξάρασα πέλεκυν ἄνω. I. οἱ νεώτεροι μὴ νοήσαντες τὸ παῤ Ὁμήρῳ “δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ” ἀνθʼ ὧν ἔδει μετὰ τοὺς πόνους ἀπολαύσεως τυχεῖν, τοῦτον ὡς βοῦν ἀπέκτεινεν ἡ Κλυταιμνήστρα, ταιμνήστρα, προσέθηκαν ὅτι καὶ πελέκει ἀνῃρέθη. διὸ σημειωτέον ἐνταῦθα τὸ “καὐτόν γε τοῦτον πέλεκυν ἐξάρασʼ ἄνω.” A. B. M. I.