Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1233
Not analysed yet
1284. —1292. οὐχ ὅσον τάχος οὐκ ἐξορίσετε αὐτόν που τῶν ἐρήμων νήσων, ἐπεὶ καὶ λίαν οὕτως ἀναισχυντεῖ; σὺ δ᾿, ὦ τάλαινα Ἕκάβη, πορευθεῖσα θάπτε τοὺς διπλοῦς νεκρούς. καὶ ὑμᾶς δὲ, ὦ Τρῳάδες, πρέπον ἐστὶ πελάζειν ταῖς σκηναῖς τῶν δεσποτῶν. καὶ γὰρ ὁρῶ τὰ πνεύματα ἐπιτήδεια πρὸς τὸν πλοῦν. εἴθε δὲ ἐς τὴν πατρίδα καλῶς πλεύσαιμεν, καὶ καλῶς τὰ ἐν τοῖς οἴκοις ἔχοντα ἴδοιμεν, ἐλευθερωθέντες τῶν θλίψεων. καλῶς δὲ ἐπεύχεται, ἐπειδὴ ἄτοπα παρὰ τοῦ Πολυμήστορος ἤκουσεν. I. οὐχ ὅσον τάχος: ἐστὶ δηλονότι. Gr. λίαν συντόμως, ταχέως. Gu. ἐκβαλεῖτε: ἐξορίσετε εἰς νήσους ἐρήμους. M.