Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1237
Not analysed yet
1289. πνοάς: πνοὴ ὁ ἄνεμος καὶ πνοὴ ἡ ζωή. ὅνεν καὶ ἐκπνέει καὶ ἀναπνέει. καὶ πνοὴ ἡ ὀσμὴ, ἥτις καὶ ἀποφορὰ λέγεται, καὶ μετὰ τοῦ ἡδεῖα τίθεται, οἷον πνοὴ ἡδεῖα, καὶ πνέει τὸ ῥόδον ἡδύ. πλὴν ἡ πνοὴ, εἰ καὶ σῶμα, ἀλλʼ οὖν οὐχ ὁρᾶται καθʼ ἑαυτήν· ὁρᾶται δὲ ἑτέρως σώμασι. Fl. 10. 25. ἐπεύχεται, ἐπειδὴ ἄτοπα ἤκουσε παρὰ τοῦ Πολυμήστορος. φησὶ γὰρ καὶ πρὸς τὴν Ἑκάβην, σὺ δὲ στείχουσα θάπτε καλῶς τοὺς παῖδας καὶ εὐκατασκευάστως, καὶ πρός τὸν χορόν φησιν, ἵνα εὐπροσώπως ἀναχωρήσῃ. Fl. 10. 25. ἱκετηρίους λόγους ποιεῖται ὁ Ἀγαμέμνων ἐπειδὴ ἄτοπα παρὰ Πολυμήστορος ἤκουσεν. Gu.