Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 144
Not analysed yet
144. πῶλον: ἀντὶ τοῦ παρθένον. M. τὴν παῖδα λέγει μεταφορικῶς. Gr. I. πῶλον: ἤγουν τὴν θυγατέρα. Fl. 59. ἀφέλξων: ἀφέλκω, ὁ μέλλων ἀφέλξω, καὶ ἡ μετοχὴ ὁ ἀφέλξων. Fl. 17. ἤγουν ἀποσπάσων. Gr. ἀφελκύσων. Gu. μαζῶν: εἰκότως πρὸς τὸ πῶλον ἐπήγαγε τὸ ἀπὸ μαζῶν· οἱ γὰρ πῶλοι γάλακτι τρέφονται. ἢ τὸ ἀπὸ μαζῶν ἀντὶ τοῦ ἀπὸ τοῦ σοῦ στήθους, καὶ τῆς σῆς πρὸς αὐτὴν φύσεως, ἢ φυσικῆς προσπαθείας. B. Gu. I. μαστὸς καὶ μασθὸς διαφέρει· μαστὸς ὁ γυναικεῖος ἀπὸ τοῦ μεστὸς εἶναι γάλακτος, μασθὸς δὲ ὁ τῶν ἀνδρῶν ἀπὸ τοῦ μὴ ἐσθίεσθαι. I. μαζῶν: ἤγουν ἀπὸ τοῦ σοῦ κόλπου παρακινήσων. Cant. μαστὸς ἐπὶ γυναικὸς, ὡς ὁ τοιοῦτος ἀλλαχοῦ λέγει “ὦ στέρνα μαστοί μʼ ἐθρέψαθʼ ἡδέως·” μαζὸς δὲ ἐπὶ ἀνδρὸς, ὡς τὸ “νευρὴν μαζῷ πέλασε” παῤ Ὁμήρῳ εὕρηται, καὶ μαζὸς ἐπὶ θήλεος καταχρηστικῶς καὶ ὡς ἐνταῦθα καὶ παρὰ Θεοκρίτῳ “ἦ ῥὰ λεαίνης μαζὸς θήλασδε.” φασὶ μὲν οἱ τεχνικοὶ, ἐπὶ μὲν θήλεος διὰ τὸ στ ἐκφέρεται, οἱονεὶ μασητὸν, ἐπὶ δὲ ἀνδρὸς διὰ τὸ σθ, οἷον ὁ μὴ ἐσθιόμενος. Fl. 56. ἀντὶ τοῦ τὴν σὴν θυγατέρα, τὴν παρθένον, τὴν νεάνιδα, ἀπὸ τῶν σῶν μαστῶν ἀποσπάσει, αἴρει. Fl. 33. μαζὸς ἐπὶ ἀνδρὸς. ὡς παῤ Ὁμήρῳ “νευρὴν μὲν μαζῷ πέλασεν·” μαστὸς δὲ ἐπὶ γυναικὸς, οἱονεὶ μασητός τις ὤν. ἐνταῦθα γοῦν ἀπὸ μαζῶν εἴρηκεν ἀντὶ τοῦ στήθους, δεικνὺς τὴν φυσικὴν προσπάθειαν ὁ ποιητής. Gu. ἀπὸ μαστῶν: ἤγουν ἀπὸ τοῦ σοῦ κόλπου. Gr.