Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 151
Not analysed yet
151. ὀρφανόν: ἔρημον, ὡς “κλυτὸς Ἱπποδάμεια.” M. στερουμένην. M. ἀντὶ τοῦ ὀρφανὴν, Ἀττικῶς, ὡς καὶ Ἀριστοφάνης “οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν.” οὐ χρὴ τοίνυν ὀρφανάν γράφειν, ὡς ἔν τισιν εὕρηται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ. I. ὀρφανόν: κατὰ τοὺς παλαιοὺς ὀρφανὸς ἐλέγετο καὶ πατὴρ ἐπὶ στερήσει παιδὸς, καὶ οἶκος ὀρφανὸς ἐπὶ στερήσει οἰκήτορος· παῤ ἡμῖν ὀρφανὸς ἐπὶ στερήσει γονέων, ὅθεν καὶ ὀρφανικὰ χρήματα τὰ εἰς παρακαταθήκην τιθέμενα ἀτελῆ ὄντος τοῦ παιδός. Gr. μελέας: ματαίας. M.