Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 163
Not analysed yet
163. —177. ποίαν, ὁδὸν δηλονότι, πορευθῶ; ἢ ταύτην ἢ ἐκείνην: ποῖ δὲ ἥσω καὶ ὁρμήσω; ποῦ τις ἀπὸ τῶν θεῶν ἢ ἀπὸ τῶν δαιμόνων ἔσταιβοηθός; ὦ Τρῳάδες, αἱ ἀπαγγείλασαι κακὰ, ὦ Τρῳάδες, αἱ ἐνεγκοῦσαι κακὰ πήματα, ὠλέσατε καὶ ἐφθείρατε ἐμὲ δηλονότι· οὐδαμῶς ἐστι μοι ἐν τῷ φωτὶ βίος θαυμαστός. ὦ τλῆμον ποὺς, ὁδηγὸς γενοῦ ἐμοὶ τῇ γραίᾳ πρὸς τὴν τῶν αἰχμαλώτων σκηνήν. ὦ τέκνον, ὦ παῖ μητρὸς ἀθλιωτάτης, ἔξελθε ἀπὸ τῶν οἴκων, ἄκουε, ὦ τέκνον, τὴν φωνὴν τῆς σῆς μητρὸς, ἵνα ἀκούσῃς οἵαν ἀγγελίαν ἀκούω περὶ τῆς σῆς ψυχῆς, ἕνεκα τῆς σῆς ζωῆς. I. ποίαν: ποίαν ὁδὸν βοηθείας παραγίνομαι. M. τοῦτο λέγει ἀποροῦσα τί ποιήσει, καὶ τίνα θεῶν βοηθὸν πρὸς τὰ παρόντα ἐπικαλέσεται. Gu. I. οὕτω δὲ χρὴ γράφειν ταῦτα τὰ κῶλα καὶ τὰ ἑξῆς ὡς διωρθώθη παῤ ἡμῶν, ἵνʼ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς. I. ποίαν: εἰς ποίαν βοήθειαν παραγενήσομαι. Fl. 33. ὁδὸν δηλονότι. τοῦτο λέγουσιν ἐξαπορούμενοι καὶ ἐν ἀφύκτοις ὄντες πράγμασιν ἄνθρωποι. Gr.