Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 165
Not analysed yet
165. θεῶν ἢ δαιμόνων: θεοὺς ὑψηλότερόν τι τάγμα ἡγοῦντο τῶν δαιμόνων· ὃν γὰρ λόγον ἔχουσιν οἱ ἥρωες πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ὑψηλότεροί τινες δοκοῦντες καὶ ὑπερέχοντες, τὸν αὐτὸν λόγον καὶ οἱ θεοὶ πρὸς τοὺς δαίμονας, ὑψηλότεροί τινες δοκοῦντες τούτων εἶναι. λέγονται δὲ καταχρηστικῶς θεοὶ καὶ οἱ δαίμονες. I. τοῦτο διὰ τὸν Δία λέγει· οὗτος γὰρ μόνος οὐ λέγεται δαίμων, ἀλλὰ θεός· οἱ δὲ ἕτεροι καὶ θεοὶ καὶ δαίμονες. Gr. τὸ δὲ ἔστʼ ἐπαρωγός δύναται καὶ ἀντὶ τοῦ ἔστιν εἶναι καὶ ἀντὶ τοῦ ἔσται· ἡ γὰρ ἀπόστροφος, ὡς φασὶ, καὶ ἀντὶ δύο τίθεται φωνηέντων, ὡς τὸ “βούλοιʼ ἐγώ,” καὶ ἀνθʼ ἑνὸς, οἷον “τοῦτʼ ἔστιν.” I. ἐπαρωγός. ἤγουν βοηθὸς ἔσται δηλονότι. Gr.