Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 201
Not analysed yet
204. σκύμνον γάρ: σκύμνος τὸ τῶν λεόντων γέννημα, μόσχος τὸ τῶν βοῶν, νεβρὸς τὸ τῶν ἐλάφων, ἀρνειὸς τὸ τῶν προβάτων. λέγει δὲ οὕτως, ὡς σκύμνον γὰρ καὶ ὡς οὐριθρέπτην μόσχον ὄψει με, ὦ δειλαία, τὴν δειλαίαν αἰφνιδίως ἀναρπασθεῖσαν τῆς σῆς χειρὸς, καὶ ὑπὸ τὸν σκότον τῆς γῆς τοῦ Ἅιδου πεμπομένην ἀπολαιμότομον, ἤγουν ἀποτετμημένην τὸν λαιμόν. B. Gu. I. σκύμνον: ὡς σκύμνον. τὸ ὡς ἀπὸ κοινοῦ. Fl. 6. 9. 21. 56. 59. 76. σκύμνον λέγει διὰ τὸ βασιλικὸν, διότι καὶ ὁ λέων τῶν ἄλλων ζώων βασιλεύει. Fl. 59. ὥσπερ τινὰ σκύμνον ἢ μόσχον ἐν ὄρει τρεφόμενον ὄψει με, ὦ δειλαία, τὴν ταλαίπωρον ἁρπαζομένην, καὶ λαιμοτόμον ὄψει· οἷον, ὄψει με τῷ Ἅιδῃ πεμπομένην οὐ κοινῷ θανάτῳ, ἀλλὰ τῷ ξίφει θανατουμένην, καὶ ἀποπεμπομένην εἰς τὸν τῆς γῆς σκότον, κἀκεῖ μετὰ νεκρῶν ἀταλαιπωρήτως κατοικήσομαι. Fl. 33. οὐριθρέπταν: οὐριθρέπταν μόσχον ἀντὶ τοῦ νέαν· τὸ γὰρ μόσχονs οἱ παλαιοὶ ἀντὶ τοῦ νέου παραλαμβάνουσιν. M. ὄψει γάρ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψει με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ γῆς σκότον, οἷον εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνήσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς. A. M.