Ancient Greek · ~9 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 209
Not analysed yet
214. μετακλαίομαι: οὐ κλαίομαι, ἀντὶ τοῦ οὐκ ὀδύρομαι. M. Fl. 21. ἤγουν οὐ κλαίω μετὰ τὸ κλαίειν σέ. Gr. τὸ κλαίω, τὸ σφάττω, τὸ ὑβρίζω καὶ ἕτερα τοιαῦτα ῥήματα πάθος ἔχοντα ἐν τοῖς ἐνεργητικοῖς ἔμφυτον οὐκ ἔχουσι τὰ παθητικὰ ἀντ᾿ ἐνεργητικῶν, οἷον κλαίομαι τὸν δεῖνα ἢ ὑβρίζομαι ἢ σφάττομαι τὸν δεῖνα, ἀλλὰ κλαίομαι ὑπὸ τοῦ δεῖνος ἢ σφάττομαι ἢ ὑβρίζομαι. παρὰ δὲ τῇ ποιητικῇ αὐτονομίᾳ λαμβάνονται καὶ τὰ τοιαῦτα παθητικὰ ἀντʼ ἐνεργητικῶν, ὡς ἐνταῦθα, μετὰ προθέσεων, καὶ τὸ ἀνακλαίομαι, μετακλαίομαι, ἐπικλαίομαι καὶ ἀποκλαίομαι. Gr. μετα—: περισσή. Gu. ἀλλὰ θανεῖν μοι: ἀλλʼ ἡ τοῦ ἀποθανεῖν μοι δυστυχία βελτίων ἐφάνη τοῦ ζῆν ἀτίμως. τοῦτο δὲ λέγεται παῤ ὅσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ ἄλλων μυρίων αὐτὴ γενομένη αἰχμάλωτος καὶ δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν, ὧν φησι προτιμότερον εἶναι τὸν θάνατον. M. ἀλλὰ τὸ τοῦ νῦν θανάτου σύμβαμα προτιμότερον ἐμοὶ συνέβη τῆς ζωῆς. καὶ εἰ μὲν τὸ ἐκύρησε διὰ τοῦ υ ψιλοῦ καὶ η γράψεις, οὕτως ἐρεῖς· εἰ δὲ διὰ τοῦ η καὶ υ ψιλοῦ, οὕτως· ἀλλὰ ἡ ξυντυχία καὶ ἡ νῦν ξύμβασις ἐκήρυξε, καὶ δίκην κήρυκος προσέταξεν ἐμοὶ κρεῖσσον τὸ θανεῖν. δέον δὲ ἐκήρυξεν εἰπεῖν, ἐκήρυσσεν εἶπε κατὰ ἀντιχρονισμόν. οὕτω δὲ λέγων ἢ ω μέγα τὸ κρείσσων γράψεις πρὸς τὸ πρῶτον, ἢ ο μικρὸν πρὸς τὸ δεύτερον. Gu. I. συντυχία: δυστυχία. Fl. 10. ἤγουν τὸ σὺν αὐτῇ μοι κρεῖσσον ὑπῆρξ᾿ ἐμοὶ ὥστε θανεῖν. Fl. 17. ἤγουν ἡ συμφορὰ τοῦ θανάτου κρείσσων ὑπῆρξεν ἐμοὶ τῆς ζωῆς δηλονότι. Fl. 6. 9. 21. 56. 59. 76. ἀλλὰ κρείσσων ἐκύρησεν, ἤγουν κυρεῖ καὶ ὑπάρχει ἐμοὶ ἡ ξυντυχία, ἡ ἐπιτυχία, ἡ συνέλευσις τοῦ θανάτου τῆς ζωῆς δηλονότι. ἐπιτυγχάνει δέ τις τοῦ θανάτου, ἤγουν ἀποθνήσκει. τοῦ θανεῖν δὲ ἤγουν τοῦ θανάτου. Fl. 59. ἀλλὰ ἡ τοῦ θανάτου δυστυχία κρείσσων μοι φαίνεται τοῦ ζῆν ἀτίμως. Fl. 33. ἡ συνάντησις. Gr. ἐπέλευσις. Gu. ἐκύρησεν: ἤγουν ἐγένετό μοι κρείσσων ὁ θάνατος τῆς ἀτίμου ζωῆς. Fl. 33. ἐφάνη. Fl. 10. ἐγένετο. κυρέω κυρῶ ποιητικῶς τὸ ὑπάρχω, κυρόω κυρῶ κοινῶς τὸ βεβαιῶ, ἐπὶ διαθήκαις ἢ ψήφου ἀποφάσει νόμου καὶ συμβολαίων τιθέμενον. Gr. συνέπεσεν, ἐφάνη, ἐψηφίσθη. Gu.