Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 223
Not analysed yet
229. —233. αἶ αἶ παρέστηχ᾿: φεῦ, φεῦ ἐνέστηκε καὶ ἐπῆλθεν, ὡς φαίνεται, ἀγωνία μεγάλη, ἔμπλεως θρήνων καὶ οὐκ ἀμέτοχος, ἀλλὰ πεπληρωμένη, δακρύων. καὶ γὰρ ἐγὼ οὐκ ἔθανον, ὅπου χρεία ἦν ἀποθανεῖν, ἤγουν εἰς τὴν εὐδαιμονίαν, ἣν εἶχον πρώην, οὐδ᾿ ἔφθειρέ με ἡ μοῖρα, ἀλλὰ σώζει με, ὅπως βλέπω ἕτερα κακὰ μείζονα τῶν κακῶν ὧν εἶδον. I. παρέστηχ᾿: φαίνεται. Fl. 17. οὐαὶ οὐαὶ, ἐπέστη μοι μεγάλη ἀγωνία. Fl. 33. ἦλθε, ἐνέστηκεν. Gu. ἀγὼν μέγας: κίνδυνος. Gr. ἀγωνία μεγάλη. Gu. ἔοικ᾿: τὸ ἔοικε λαμβάνεται ποτὲ μὲν ἀντὶ τοῦ φαίνεται, ποτὲ δὲ ἀντὶ τοῦ ὅμοιός ἐστι. καὶ ὅτε μὲν ἀντὶ τοῦ φαίνεται, συντάσσεται ἀπαρεμφάτῳ, ὡς τὸ “ἔοικεν εἰληφέναι δῶρα παρὰ Φιλίππο.” ὅτε δὲ ἀντὶ τοῦ ὅμοιός ἐστι, συντάσσεται δοτικῇ, ὡς τὸ “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.” ἔστι καὶ ἔοικεν ἀντὶ τοῦ πρέπει ποιητικῶς ἀναπόλυτον, ὡς παῤ Ὁμήρῳ “ἐπεὶ οὐδὲ ἔοικεν.” B.