Ancient Greek · ~4 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 23
Not analysed yet
905. —922. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικά. ἔστι δὲ τὰ παρόντα πεντὰς ἐπῳδική, ἤτοι στροφὴ καὶ ἀντιστροφή, καὶ πάλιν στροφὴ καὶ ἀντιστροφὴ καὶ ἐπῳδός. εἰσὶν οὖν τῆς α΄ στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ καὶ διιάμβον. τὸ β΄ τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ γ΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ δισπονδείου· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ δʼ προσῳδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ ἀναπαιστικὸν πενθημιμερές. τὸ Ϛ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, διιάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ δύναται καὶ ἰαμβικὸν εἶναι ἑφθημιμερὲς, τῶν πρώτων ποδῶν ἀναπαίστων. τὸ ζ΄ ἰωνικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμέρες, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς. τὸ θʼ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει τῆς στροφῆς παράγραφος.