Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 230
Not analysed yet
236. ἐξιστορῆσαι: ἀντὶ τοῦ ἐρωτῆσαι, ἀκοῦσαι. σοὶ μὲν πρέπει ἀπολογεῖσθαι πρὸς τὰ ἐρωτώμενα. M. ἱστορῶ τὸ πολὺν τόπον διέρχομαι. καὶ ἱστορῶ τὸ τὰ παλαιὰ πράγματα ἀφηγοῦμαι, καὶ τὸ ἐρωτῶ ποιητικῶς. B. ἱστορῶ τὸ ἐρωτῶ, τὸ μανθάνω, τὸ διηγοῦμαι, τὸ βλέπω, καὶ τὸ ζωγραφῶ. Cant. ἱστορῆσαι. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἱστορῶ κατὰ τοὺς τραγικοὺς τὸ ἁπλῶς ἐρωτῶ, ὡς ἐνταῦθα· κατὰ δὲ τοὺς κοινοὺς τὸ παρελθοῦσαν ὑπόθεσιν γράφω, ὅθεν καὶ ἱστορικός· καὶ ἱστορῶ τὸ εἰκόνας γράφω, ὅθεν καὶ ἱστορογράφος. Gr. σοὶ μέν: πρὸς σέ. Gu. εἰρῆσθαι: ἀποκρίνεσθαι. Gr. λεχθῆναι, ἀπολογεῖσθαι πρὸς τὰ ἐρωτώμενα ὑπ᾿ ἐμοῦ. Gu. σοὶ μὲν πρέπει πρὸς τὸ ἐρώτημα ἀπολογήσασθαι. Fl. 21. σοὶ μὲν λέγειν ἁρμόζει τὰ ἐρωτώμενα, ἐμοὶ δὲ ἐρωτᾶν καὶ ἀκούειν παρὰ σοῦ. M. σοὶ μὲν λέγειν ἁρμόζει, ἡμᾶς δὲ ἀκούειν τὰ παρὰ σοῦ λεγόμενα. Fl. 33. ἁρμόζει, ἤγουν ἀπολογεῖσθαι πρὸς τῶν ἐρωτωμένων. Fl. 10.