Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 235
Not analysed yet
241. φόνου σταλαγμοί: ὑπὲρ τοῦ ἐπικειμένου φόνου ἀγωνιῶν ἐδάκρυσε. ἀντὶ δὲ τοῦ εἰπεῖν δάκρυα φόνου ἦν σημαντικὰ ἀπὸ δὲ τῶν ὀμμάτων, φησὶ, σταγόνες φόνου. M. μὴ λάβῃς εἰς τὸ φόνου ἔξωθεν τὸ ἕνεκα, ἀλλ᾿ ἔστιν ἡ γενικὴ πρὸς τὸ σταλαγμοί. καὶ γὰρ τὰ δάκρυα, ἃ τότε ὁ Ὀδυσσεὺς ἐδάκρυε φωραθεὶς, φόνου δάκρυα ἦσαν· ἔκλαιε γὰρ, ἐπειδὴ τὸν περὶ ψυχῆς ἔθεεν. ὅθεν καὶ ἐν τῇ συνηθείᾳ αἱμάτινα δάκρυα φαμὲν, ἤγουν φονικά. ἀπίθανον δὲ τὸ πλάσμα καὶ οὐχ ἁρμόδιον· οὐ γὰρ ἂν ἐσίγησεν Ἑκάβη, πολέμιον θεασαμένη κατοπτεύοντα τὰ κατὰ τοὺς Τρῶας πράγματα. ἡ δὲ Ἑλένη εἰκότως· ἄτην γὰρ μετέστενεν Ἀφροδίτης. Gu. I. ῥανίδες, δάκρυα, ὧν ἦν αἴτιος ὁ τοῦ θανάτου φόβος. Bar. 74. ἔτρεχεν δάκρυα σημειωτικὰ φόνου, ἢ ἀντὶ τοῦ ἐπικειμένου σοι φόνου δακρύων σταλαγμοὶ κατέβρεχον τὴν σὴν γενειάδα. Fl. 33. ἀναιρέσεως δάκρυα. Gr. ὑπὲρ τοῦ μὴ φονευθῆναι ἀγωνιῶν ἐδάκρυες. Gu. κατέσταζον: ἔβρεχον. Gr. κατέρρεον. Gu.