Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 261
Not analysed yet
264—270. ἀλλ᾿ οὐδέν: ἀλλ᾿ οὐδὲν κακὸν πεποίηκεν αὐτὸν τὸν Ἀχιλλέα ἥδε ἡ Πολυξένη. τὴν Ἑλένην χρὴ αὐτὸν ζητεῖν σφάγιον τῷ τάφῳ· ἐκείνη γὰρ ὤλεσεν αὐτὸν τὸν Ἀχιλλέα, καὶ ἤγαγεν εἰς τὴν Τροίαν. εἰ δὲ πρέπει θανεῖν τινὰ ἐπίλεκτον, ὑπερφέρουσάν τε, ἤτοι τὸ πλέον ἔχουσαν, τῶν αἰχμαλώτων κατὰ τὸ κάλλος, οὐχ ἡμῶν τόδε, τὸ ὑπερφέρειν τῷ κάλλει δηλονότι· ἡ θυγάτηρ τοῦ Τυνδάρεω Ἑλένη ὡραιοτάτη καὶ εὐειδεστάτη ἐστὶ κατὰ τὸ εἶδος, καὶ ἐφωράθη ἀδικοῦσα τὸν Ἀχιλλέα οὐδὲν ἔλαττον ἡμῶν. I. ἀλλ᾿ οὐδέν: σύντομος ἀπάντησις λέγεται. Gr. λύσις κατὰ τὸ βίαιον. Gu. οὐδὲν Ἀττικόν ἐστιν· οἱ γὰρ Ἀττικοὶ οὐκ ἀπαγορευτικὸν οὐδὲν λέγουσι. Cant. ἥδε: αὕτη. Gr. Fl. 17. εἴργασται: ἀντὶ τοῦ εἰργάσατο. Fl. 17. ἀλλὰ οὐδαμῶς εἰς αὐτὸν αὕτη εἰργάσατο κακόν. Fl. 33.