Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 268
Not analysed yet
271. —277. τῷ μὲν δικαίῳ τόνδ᾿ ἁμιλλῶμαι λόγον: ἀντὶ τοῦ ὅτι μὲν δίκαιόν ἐστι τὴν Ἑλένην παθεῖν καὶ οὐχὶ τὴν Πολυξένην, τοῦτο ἁμιλλῶμαι καὶ λέγω· ἃ δὲ δεῖ σε ἀντιδοῦναί μοι ὑπὲρ ὧν παῤ ἐμοῦ ἔπαθες ἄκουσον. ἥψω, ὡς φῂς, τῆς χειρός μου καὶ τῆς παρειᾶς, ἀνθάπτομαι κἀγώ σου τῶνδε καὶ ζητῶ σε χάριν, ἣν ἐγώ σοι δέδωκα, ἤγουν ὥσπερ ἐγώ σε ἔσωσα τοῦ θανάτου τότε, ὅτε εἰσῆλθες εἰς τὴν Τροίαν κατάσ κοπος, οὕτω καὶ σὺ σῶσον νῦν τὴν Πολυξένην. A.