Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 272
Not analysed yet
274. παρειάδος: ἡ παρειὰ κοινὸν, ἡ παρειὰς ποιητικόν. Gr. ἀντὶ τοῦ εἰπεῖν πώγωνος παρειάδος εἶπεν ἀπὸ τοῦ σύνεγγυς. Gu. εἰ καὶ οὐδὲν ἄνω αὐτολεξὶ εἶπεν ὡς ἥψατο τῆς χειρὸς Ἑκάβης καὶ τῆς παρειᾶς, ἀλλὰ δι᾿ ὧν ὡμολόγησεν ὡς ἥψατο τῶν αὐτῆς γονάτων ἐπὶ τοσοῦτον ὥστ᾿ ἐν τοῖς πέπλοις αὐτῆς νεκρωθῆναι μικροῦ καὶ ναρκῆσαι τὴν χεῖρα αὐτοῦ, διὰ τούτων καὶ τοῦτο ἐδήλωσεν. ὁ γάρ τινα ἱκετεύων οὐ γονάτων αὐτοῦ μόνον, ἀλλὰ καὶ χειρὸς καὶ πώγωνος ἅπτεται, ἵνα κατανεύσῃ πρὸς τὴν αἴτησιν, (τοῦτο γὰρ ὁ πώγων βούλεται) καὶ ἐνεργήσῃ, (τοῦτο γὰρ τῆς χειρός) καὶ σπουδάσῃ τάχιστα ἐκτελέσαι· τῶν γὰρ ποδῶν ἐστι τὸ σπουδάζειν. τούτων δὲ οὕτως ἐχόντων οὐδὲν δεῖ θαυμάζειν καὶ ἀπορεῖν εἰ ὡς φῄς εἶπεν. Gu. προσπιτνῶν: προσπίπτων, δεόμενος. Fl. 59.